Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
  2. ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
  3. εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
  4. καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
  5. ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
  6. ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
  7. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  8. φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—
  9. τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
  10. τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
  11. ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
  12. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  13. ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε
  14. δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
  15. ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,
  16. ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον
  17. Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
  18. ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ
  19. Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.
  20. καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
  21. ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος
  22. ἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν
  23. ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
  24. καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν
  25. συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.