Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
  2. καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
  3. νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
  4. ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
  5. νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
  6. νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
  7. βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.