Epitaphius Bios
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
- καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
- νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
- ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
- νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
- νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
- βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
- νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας,
- ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ
- καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
- ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
- Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,
- καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
- οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
- εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
- Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.