Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
- οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
- οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
- ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο
- θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
- Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.