Europa
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
- τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
- εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
- δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
- κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
- ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.