Against Leocrates
Lycurgus
Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
διόπερ, ὦ ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτʼ ἔμελλον παραταξάμενοι μάχεσθαι πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρʼ αὑτῶν εὑρόντες, ἀλλὰ μιμησάμενοι τὸν παρʼ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγμένων ὅμως ἱκανῶς[*](ἱκανῶς Coraes: ἰσχνῶς codd.: ἴχνος M. Haupt et mox τῆς ἐκείνων ἀρετῆς.) ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν.
Ὅρκος.[*](Huius iurisiurandi formulam, aliquanto breviorem, tradit Dio. Sic. 11.29.)—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ ἐγκαταλείψω[*](οὐδʼ ἐγκαταλείψω Sauppe: οὐδὲ καταλείψω codd.) τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.
οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθʼ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων τῶν[*](τῶν add. Baiter et Sauppe.) Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενομένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον, τοὺς μὲν προγόνους ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶς δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν, ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομένην.
καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν.
[*](Suidas (s.v. Εὐγενέστερος) multa ex hac narratione citat.) ἐπὶ[*](ἐπὶ om. Suidas.) Κόδρου γὰρ βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν[*](αὐτῶνπᾶσαν Suidas.) ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμασθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων εἰ λήψονται[*](λήψονται Suidas: ἐπιλήψονται codd.) τὰς Ἀθήνας· ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον ἐπὶ τὰς Ἀθήνας.
Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθόμενος τὸ χρηστήριον διʼ ἀπορρήτων ἐξήγγειλε[*](ἐξήγγειλε Bekker: ἐξήγγελλε Α.) τοῖς Ἀθηναίοις· οὕτως οἱ πρόγονοι ἡμῶν, ὡς ἔοικε, καὶ τοὺς ἔξωθεν ἀνθρώπους εὔνους ἔχοντες διετέλουν. ἐμβαλόντων δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί ποιοῦσιν οἱ πρόγονοι ἡμῶν,[*](ἡμῶν Bekker: ὑμῶν codd.) ὦ ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν χώραν ὥσπερ Δεωκράτης ᾤχοντο οὐδʼ ἔκδοτον τὴν θρεψαμένην καὶ τὰ ἱερὰ τοῖς πολεμίοις παρέδοσαν, ἀλλʼ ὀλίγοι ὄντες κατακλῃσθέντες[*](κατακλῃσθέντες Es: κατακλεισθέντες codd.) ἐπολιορκοῦντο καὶ διεκαρτέρουν εἰς τὴν πατρίδα.
καὶ οὕτως ἦσαν, ὦ ἄνδρες, γενναῖοι οἱ τότε βασιλεύοντες ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι[*](Post μεταλλάξαι habent τὴν codd., del. Budaeus: τινα Reiske.) χώραν. φασὶ γοῦν τὸν Κόδρον παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑποδύντα φρύγανα συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δʼ αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ δρεπάνω παίσαντα[*](παίσαντα Blass: πεσόντα A pr.: προσπεσόντα A corr. (2): πλήξαντα Suidas.) τὸν δὲ περιλελειμμένον,
παροξυνθέντα τῷ Κόδρῳ καὶ νομίσαντα πτωχὸν εἶναι, σπασάμενον τὸ ξίφος ἀποκτεῖναι τὸν Κόδρον. τούτων δὲ γενομένων οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν· οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δʼ ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν ἀπεχώρησαν. τῷ δὲ Κλεομάντει τῷ Δελφῷ ἡ πόλις αὐτῷ τε καὶ ἐκγόνοις ἐν πρυτανείῳ ἀίδιον σίτησιν ἔδοσαν.