Against Leocrates

Lycurgus

Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ[*](δὲ, quod supra post δούλην habent codd., huc transtulit Reiske.) τρόπον οὗτος ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δʼ ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους[*](ἀναστάτους Reiske: ἀνάστατον codd.) καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται[*](συναναιρεῖταισυνανῄρηται Blass.) πάντα διʼ ὧν ἄν τις εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει πέρας ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.

εἰ γὰρ δεῖ τὴν ἀλήθειαν εἰπεῖν, πόλεώς ἐστι θάνατος ἀνάστατον γενέσθαι. τεκμήριον δὲ μέγιστον· ἡμῶν γὰρ ἡ πόλις τὸ μὲν παλαιὸν ὑπὸ τῶν τυράννων κατεδουλώθη, τὸ δʼ ὕστερον ὑπὸ τῶν τριάκοντα, καὶ ὑπὸ Λακεδαιμονίων τὰ τείχη καθῃρέθη· καὶ ἐκ τούτων ὅμως ἀμφοτέρων ἠλευθερώθημεν καὶ τῆς τῶν Ἑλλήνων εὐδαιμονίας ἠξιώθημεν προστάται γενέσθαι.

ἀλλʼ οὐχ ὅσαι πώποτʼ ἀνάστατοι γεγόνασι. τοῦτο μὲν γάρ, εἰ καὶ παλαιότερον εἰπεῖν ἐστι, τὴν Τροίαν τίς οὐκ ἀκήκοεν ὅτι μεγίστη γεγενημένη τῶν τότε πόλεων καὶ πάσης ἐπάρξασα τῆς Ἀσίας, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη, τὸν αἰῶνα ἀοίκητός ἐστι; τοῦτο δὲ Μεσσήνην[*](Μεσσήνην Melanchthon: Μεσήνην codd.) πεντακοσίοις ἔτεσιν ὕστερον ἐκ τῶν τυχόντων ἀνθρώπων συνοικισθεῖσαν;

ἴσως οὖν τῶν συνηγόρων αὐτῷ τολμήσει τις εἰπεῖν, μικρὸν τὸ πρᾶγμα ποιῶν, ὡς οὐδὲν ἂν παρʼ ἕνα ἄνθρωπον ἐγένετο τούτων· καὶ οὐκ αἰσχύνονται[*](αἰσχύνονταιαἰσχυνοῦνται Es.) τοιαύτην ἀπολογίαν ποιούμενοι πρὸς ὑμᾶς, ἐφʼ ᾗ δικαίως ἂν ἀποθάνοιεν. εἰ μὲν γὰρ ὁμολογοῦσι τὴν πατρίδα αὐτὸν ἐκλιπεῖν, τοῦτο συγχωρήσαντες ὑμᾶς ἐώντων[*](ἐώντων Es: ἐάτωσαν codd.) διαγνῶναι περὶ τοῦ μεγέθους· εἰ δʼ ὅλως μηδὲν τούτων πεποίηκεν, οὐ μανία δή που τοῦτο λέγειν, ὡς οὐδὲν ἂν γένοιτο[*](ἂν γένοιτο Halm: ἂν γένηται codd.: ἂν γίγνοιτο Blass: γεγένηται aut ἂν ἐγένετο Bekker.) παρὰ τοῦτον;[*](τοῦτον Ald.: τοῦτο codd.)

ἡγοῦμαι δʼ ἔγωγε, ὦ ἄνδρες, τοὐναντίον τούτοις, παρὰ τοῦτον εἶναι τῇ πόλει τὴν σωτηρίαν. ἡ γὰρ πόλις οἰκεῖται κατὰ τὴν ἰδίαν ἑκάστου μοῖραν φυλαττομένη· ὅταν οὖν ταύτην ἐφʼ ἑνός τις παρίδῃ,[*](παρίδῃ Ald.: παρίδοι codd.) λέληθεν ἑαυτὸν ἐφʼ ἁπάντων τοῦτο πεποιηκώς. καίτοι ῥᾴδιόν ἐστιν, ὦ ἄνδρες, πρὸς τὰς τῶν ἀρχαίων νομοθετῶν διανοίας ἀποβλέψαντας τὴν ἀλήθειαν εὑρεῖν.

ἐκεῖνοι γὰρ οὐ τῷ μὲν ἑκατὸν τάλαντα κλέψαντι θάνατον ἔταξαν, τῷ δὲ δέκα δραχμὰς ἔλαττον ἐπιτίμιον· οὐδὲ τὸν μὲν μεγάλα ἱεροσυλήσαντα ἀπέκτεινον,[*](ἀπέκτεινον Coraes: ἀπέκτειναν codd.) τὸν δὲ μικρὰ ἐλάττονι τιμωρίᾳ ἐκόλαζον· οὐδὲ τὸν μὲν οἰκέτην ἀποκτείναντα ἀργυρίῳ ἐζημίουν, τὸν δὲ ἐλεύθερον εἶργον τῶν νόμων[*](νόμωννομίμων Stephanus.) ἀλλʼ ὁμοίως ἐπὶ πᾶσι καὶ τοῖς ἐλαχίστοις παρανομήμασι θάνατον ὥρισαν εἶναι τὴν ζημίαν.

οὐ γὰρ πρὸς τὸ ἴδιον ἕκαστος αὐτῶν ἀπέβλεπε τοῦ γεγενημένου πράγματος, οὐδʼ ἐντεῦθεν τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐλάμβανον, ἀλλʼ αὐτὸ ἐσκόπουν τοῦτο, εἰ πέφυκε τὸ ἀδίκημα τοῦτο ἐπὶ πλεῖον ἐλθὸν μέγα βλάπτειν τοὺς ἀνθρώπους. καὶ γὰρ ἄτοπον ἄλλως πως περὶ τούτου ἐξετάζειν. φέρε γάρ, ὦ ἄνδρες, εἴ τις ἕνα νόμον εἰς τὸ Μητρῷον ἐλθὼν ἐξαλείψειεν, εἶτʼ ἀπολογοῖτο ὡς οὐδὲν παρὰ τοῦτον τῇ πόλει ἐστίν, ἆρʼ οὐκ ἂν ἀπεκτείνατʼ αὐτόν; ἐγὼ μὲν οἶμαι δικαίως, εἴπερ ἐμέλλετε καὶ τοὺς ἄλλους σῴζειν.

τὸν αὐτὸν τοίνυν τρόπον κολαστέον ἐστὶ τοῦτον, εἰ μέλλετε τοὺς ἄλλους πολίτας βελτίους ποιήσειν· καὶ οὐ τοῦτο λογιεῖσθε, εἰ εἷς ἐστι μόνος ἅνθρωπος,[*](ἅνθρωπος Blass: ὁ ἄνθρωπος codd.) ἀλλʼ εἰς τὸ πρᾶγμα.[*](εἰς τὸ πρᾶγμα obelis inclusit Blass: οἷον τὸ πρᾶγμα Bekker: alii alia.) ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸ μὴ πολλοὺς τοιούτους γενέσθαι ἡμέτερον εὐτύχημα εἶναι, τοῦτον μέντοι διὰ τοῦτο[*](διὰ τοῦτο om. A pr., secl. Blass.) μείζονος τιμωρίας ἄξιον εἶναι τυχεῖν, ὅτι μόνος τῶν ἄλλων πολιτῶν οὐ κοινὴν ἀλλʼ ἰδίαν τὴν σωτηρίαν ἐζήτησεν.

ἀγανακτῶ δὲ μάλιστα, ὦ ἄνδρες, ἐπειδὰν ἀκούσω τῶν μετὰ τούτου τινὸς λέγοντος ὡς οὐκ ἔστι τοῦτο προδιδόναι, εἴ τις ᾤχετο ἐκ τῆς πόλεως· καὶ γὰρ οἱ πρόγονοί ποθʼ ὑμῶν[*](ὑμῶν A pr.: ἡμῶν cett.) τὴν πόλιν καταλιπόντες, ὅτε πρὸς Ξέρξην ἐπολέμουν, εἰς Σαλαμῖνα διέβησαν. καὶ οὕτως ἐστὶν ἀνόητος καὶ παντάπασιν ὑμῶν καταπεφρονηκὼς ὥστε τὸ κάλλιστον τῶν ἔργων πρὸς τὸ αἴσχιστον συμβαλεῖν ἠξίωσε.

ποῦ γὰρ οὐ περιβόητος ἐκείνων τῶν ἀνδρῶν ἡ ἀρετὴ γέγονε; τίς δʼ οὕτως ἢ φθονερός ἐστιν ἢ παντάπασιν ἀφιλότιμος, ὃς οὐκ ἂν εὔξαιτο τῶν ἐκείνοις πεπραγμένων μετασχεῖν; οὐ γὰρ τὴν πόλιν ἐξέλιπον ἀλλὰ τὸν τόπον μετήλλαξαν, πρὸς τὸν ἐπιόντα κίνδυνον καλῶς βουλευσάμενοι.

Ἐτεόνικος μὲν γὰρ ὁ Λακεδαιμόνιος καὶ Ἀδείμαντος ὁ Κορίνθιος καὶ τὸ Αἰγινητῶν ναυτικὸν ὑπὸ νύκτα τὴν σωτηρίαν αὑτοῖς ἔμελλον πορίζεσθαι· ἐγκαταλειπόμενοι δʼ οἱ πρόγονοι ὑπὸ πάντων τῶν Ἑλλήνων βίᾳ καὶ τοὺς ἄλλους ἠλευθέρωσαν, ἀναγκάσαντες ἐν Σαλαμῖνι μεθʼ αὑτῶν[*](μεθʼ αὑτῶν Taylor: μετʼ αὐτῶν codd.) πρὸς τοὺς βαρβάρους ναυμαχεῖν. μόνοι δʼ ἀμφοτέρων περιγεγόνασι, καὶ τῶν πολεμίων καὶ τῶν συμμάχων, ὡς ἑκατέρων προσῆκε, τοὺς μὲν εὐεργετοῦντες, τοὺς δὲ μαχόμενοι νικῶντες. ἆρά γʼ ὅμοιοι[*](ὅμοιοι Hauptmann: ὅμοιον codd.) τῷ φεύγοντι τὴν πατρίδα τεττάρων ἡμερῶν πλοῦν εἰς Ῥόδον;

ἦ που ταχέως ἂν ἠνέσχετό τις ἐκείνων τῶν ἀνδρῶν τοιοῦτον ἔργον, ἀλλʼ οὐκ ἂν κατέλευσαν τὸν καταισχύνοντα τὴν αὑτῶν[*](αὑτῶν edd.: αὐτῶν A corr. (2): αὐτῶν A pr.) ἀριστείαν.[*](ἀριστείαν A corr. (2): ἀρίστην A pr.: ἀρετήν Blass.) οὕτω γοῦν ἐφίλουν τὴν πατρίδα πάντες ὥστε τὸν παρὰ Ξέρξου πρεσβευτὴν Ἀλέξανδρον, φίλον ὄντα αὐτοῖς πρότερον, ὅτι γῆν καὶ ὕδωρ ᾔτησε, μικροῦ δεῖν κατέλευσαν. ὅπου δὲ καὶ τοῦ λόγου τιμωρίαν ἠξίουν λαμβάνειν, ἦ που τὸν ἔργῳ παραδόντα τὴν πόλιν ὑποχείριον τοῖς πολεμίοις οὐ μεγάλαις ἂν ζημίαις ἐκόλασαν.

τοιγαροῦν τοιαύταις χρώμενοι γνώμαις, ἐνενήκοντα[*](ἐνενήκονταἑβδομήκοντα Taylor (coll. Isoc. 4.106).) μὲν ἔτη τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, Φοινίκην δὲ καὶ Κιλικίαν ἐπόρθησαν, ἐπʼ Εὐρυμέδοντι δὲ καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες ἐνίκησαν, ἑκατὸν δὲ τριήρεις τῶν βαρβάρων αἰχμαλώτους ἔλαβον, ἅπασαν δὲ τὴν Ἀσίαν κακῶς ποιοῦντες περιέπλευσαν.

καὶ τὸ κεφάλαιον τῆς νίκης, οὐ τὸ ἐν Σαλαμῖνι τρόπαιον ἀγαπήσαντες ἔστησαν,[*](ἔστησαν del. Maetzner, Blass.) ἀλλʼ ὅρους τοῖς βαρβάροις πήξαντες τοὺς εἰς τὴν ἐλευθερίαν τῆς Ἑλλάδος, καὶ τούτους κωλύσαντες ὑπερβαίνειν, συνθήκας ἐποιήσαντο, μακρῷ μὲν πλοίῳ μὴ πλεῖν ἐντὸς Κυανέων καὶ Φασήλιδος,[*](Φασήλιδος Victorius: Φάσιδος codd.) τοὺς δʼ Ἕλληνας αὐτονόμους εἶναι, μὴ μόνον τοὺς τὴν Εὐρώπην ἀλλὰ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας.

καίτοι οἴεσθʼ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς; χρὴ τοίνυν, ὦ ἄνδρες, ὥσπερ τοὺς ἀγαθοὺς ἐπαινεῖτε καὶ τιμᾶτε, οὕτω καὶ τοὺς κακοὺς μισεῖν τε καὶ κολάζειν, ἄλλως τε καὶ Λεωκράτην, ὃς οὔτε ἔδεισεν οὔτε ᾐσχύνθη ὑμᾶς.

καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσέχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ καὶ ἄξιοι τῆς πόλεως δόξετʼ εἶναι.

ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν[*](καταισχυνεῖν ἀμυνεῖν Stephanus: καταισχύνειν ἀμύνειν codd.) μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν[*](ἠσέβηκεν Ald.: ἠσέβησεν Α.). εἰ δὲ μὴ ὀμώμοκεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενος[*](παρασκευασάμενος A pr.: παρεσκευασμένος cett.) ὡς[*](ὡς add. Es.) οὐδὲν ποιήσων[*](ποιήσων Frohberger: ποιήσειν codd.) τῶν δεόντων, ἀνθʼ ὧν δικαίως ἂν αὐτὸν καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε.[*](τιμωρήσαισθε Ducas: τιμωρήσεσθε A pr.: τιμωρήσοισθε A corr.)

βούλομαι δʼ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. λέγε, γραμματεῦ.

Ὅρκος.[*](Iurisiurandi formulam, quam om. codd., addidi ex inscriptione saec. iv A.C. Acharnis inventa. Cf. Stobaeum, Florileg. xliii. 48 et *pollucem viii, 105 sq.)—Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα, οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στοιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα, πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων, καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως. καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἴστορες θεοὶ Ἄγραυλος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς, ὅροι τῆς πατρίδος, πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ ---

καλός γʼ, ὦ ἄνδρες, καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρωπος γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος; τίνα δʼ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον ἢ εἰ λαβεῖν μὴ θέλοι[*](θέλοι Ald.: θέλῃ A pr.: θέλει A corr.) καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δʼ οὐ καὶ τὸν παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ σῶμα παρασχών;

ποῦ δʼ ὑπὲρ ὁσίων καὶ ἱερῶν ἤμυνεν ἂν ὁ μηδένα κίνδυνον ὑπομείνας; τίνι δʼ ἂν τὴν πατρίδα προὔδωκε μείζονι[*](προὔδωκε μείζονιπαρέδωκε μείζονα Wesseling.) προδοσίᾳ; τὸ γὰρ τούτου μέρος ἐκλελειμμένη τοῖς πολεμίοις ὑποχείριός ἐστιν. εἶτα τοῦτον οὐκ ἀποκτενεῖτε τὸν ἁπάσαις ταῖς ἀδικίαις ἔνοχον ὄντα; τίνας οὖν τιμωρήσεσθε; τοὺς ἕν τι τούτων ἡμαρτηκότας; ῥᾴδιον ἔσται παρʼ ὑμῖν ἄρα μεγάλα ἀδικεῖν, εἰ φανεῖσθε ἐπὶ τοῖς μικροῖς μᾶλλον ὀργιζόμενοι.

καὶ μήν, ὦ ἄνδρες, καὶ τοῦθʼ ὑμᾶς δεῖ μαθεῖν, ὅτι τὸ συνέχον τὴν δημοκρατίαν ὅρκος ἐστί. τρία γάρ ἐστιν ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ ἄρχων, ὁ δικαστής, ὁ ἰδιώτης. τούτων τοίνυν ἕκαστος ταύτην πίστιν δίδωσιν, εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατήσαντες καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων ἀπελύθησαν, ἀλλὰ καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδικημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς οὔτʼ ἂν ἐπιορκήσας τις λάθοι οὔτʼ ἂν ἐκφύγοι τὴν ἀπʼ αὐτῶν τιμωρίαν, ἀλλʼ εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπιορκήσαντος μεγάλοις ἀτυχήμασι περιπίπτει.