Against Leocrates
Lycurgus
Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἐγὼ τοίνυν τοσοῦτον ἀφέστηκα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιήσασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις[*](τοῖς ἰδίοις κινδύνοις Reiske: τοὺς ἰδίους κινδύνους codd.) ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ[*](ἑαυτῷ Ν: ἑαυτὸν Α.) οὐχ ὑπέμεινεν ἀλλʼ ἔφυγε. καίτοι, ὦ ἄνδρες, πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων[*](γενομένων Bekker: λεγομένων codd.) ἄν τι ἠρνήθησαν ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατεψεύσαντο.
χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσεται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδεικνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας,
ὥσπερ ἡμεῖς.[*](ἡμεῖς Ν: ὑμεῖς Α.) οὑτωσὶ δὲ διαλογίζεσθε περὶ τούτων παρʼ ὑμῖν αὐτοῖς. τίνας ἀδύνατον ἦν τῇ δεινότητι καὶ ταῖς παρασκευαῖς ταῖς τοῦ λόγου παραγαγεῖν; κατὰ φύσιν τοίνυν βασανιζόμενοι πᾶσαν τὴν ἀλήθειαν περὶ πάντων τῶν ἀδικημάτων ἔμελλον φράσειν οἱ οἰκέται καὶ αἱ θεράπαιναι. ἀλλὰ τούτους Λεωκράτης[*](Λεωκράτης Thalheim: ὁ Λεωκράτης codd.) παραδοῦναι ἔφυγε, καὶ ταῦτα οὐκ ἀλλοτρίους ἀλλʼ αὑτοῦ ὄντας.
τίνας δὲ δυνατὸν εἶναι δοκεῖ τοῖς λόγοις ψυχαγωγῆσαι, καὶ τὴν ὑγρότητα αὐτῶν τοῦ ἤθους τοῖς δακρύοις εἰς ἔλεον προαγαγέσθαι; τοὺς δικαστάς. ἐνταῦθα Λεωκράτης ὁ προδότης τῆς πατρίδος ἐλήλυθεν, οὐδὲν ἕτερον ἢ φοβούμενος μὴ ἐκ τῆς αὐτῆς οἰκίας οἵ τʼ ἐξελέγχοντες τῷ ἔργῳ καὶ ὁ ἐξελεγχόμενος γένηται. τί γὰρ ἔδει προφάσεων ἢ λόγων ἢ σκήψεως;[*](σκήψεως Α: σκέψεως Ν.) ἁπλοῦν τὸ δίκαιον,
ῥᾴδιον τὸ ἀληθές, βραχὺς ὁ ἔλεγχος. εἰ μὲν ὁμολογεῖ τὰ ἐν τῇ εἰσαγγελίᾳ ἀληθῆ καὶ ὅσια εἶναι, τί οὐ τῆς ἐκ τῶν νόμων τιμωρίας τυγχάνει; εἰ δὲ μή φησι ταῦτα ἀληθῆ εἶναι, τί οὐ παραδέδωκε τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας; προσήκει[*](προσήκειπροσῆκεν Blass.) γὰρ τὸν ὑπὲρ προδοσίας[*](Post προδοσίας usque ad 98 mancus N.) κινδυνεύοντα καὶ παραδιδόναι[*](Post παραδιδόναι codd. καὶ habent, secl. Taylor.) βασανίζειν καὶ μηδένα τῶν ἀκριβεστάτων ἐλέγχων φεύγειν.
ἀλλʼ οὐδὲν τούτων ἔπραξεν. ἀλλὰ καταμεμαρτυρηκὼς ἑαυτοῦ ὅτι προδότης ἐστὶ τῆς πατρίδος καὶ τῶν ἱερῶν καὶ τῶν νόμων, ἀξιώσει ὑμᾶς ἐναντία ταῖς αὑτοῦ ὁμολογίαις καὶ μαρτυρίαις ψηφίσασθαι. καὶ πῶς δίκαιόν ἐστι τὸν τὴν ἐξουσίαν τῆς ἀπολογίας αὑτοῦ ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ μὴ δέξασθαι τὰ δίκαια περιῃρημένον, τοῦτον ἐᾶσαι ὑμᾶς αὐτοὺς ὑπὲρ τῶν ὁμολογουμένων ἀδικημάτων ἐξαπατῆσαι;
περὶ μὲν οὖν τῆς προκλήσεως καὶ τοῦ ἀδικήματος, ὅτι ὁμολογούμενόν ἐστιν, ἱκανῶς ὑμᾶς ἡγοῦμαι, ὦ ἄνδρες, μεμαθηκέναι· ἐν οἷς δὲ καιροῖς καὶ ἡλίκοις κινδύνοις τὴν πόλιν οὖσαν Λεωκράτης προδέδωκεν ἀναμνῆσαι ὑμᾶς βούλομαι. καί μοι λαβὲ τὸ ψήφισμα, γραμματεῦ, τὸ Ὑπερείδου καὶ ἀναγίγνωσκε.
Ψήφισμα
ἀκούετε τοῦ ψηφίσματος, ὦ ἄνδρες, ὅτι τὴν βουλὴν τοὺς πεντακοσίους καταβαίνειν εἰς Πειραιᾶ χρηματιοῦσαν περὶ φυλακῆς τοῦ Πειραιέως ἐν τοῖς ὅπλοις ἔδοξε, καὶ πράττειν διεσκευασμένην ὅ τι ἂν δοκῇ τῷ δήμῳ συμφέρον εἶναι. καίτοι, ὦ ἄνδρες, εἰ οἱ ἀφειμένοι[*](ἀφειμένοι A. G. Becker (coll. 40): ἀφιέμενοι codd.) τοῦ στρατεύεσθαι ἕνεκα τοῦ βουλεύεσθαι ὑπὲρ τῆς πόλεως ἐν τῇ τῶν στρατιωτῶν τάξει διέτριβον, ἆρʼ ὑμῖν δοκοῦσι μικροὶ καὶ οἱ τυχόντες φόβοι τότε τὴν πόλιν κατασχεῖν;
ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρήματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ τὰ[*](τὰ add. Halm.) ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν ὥστε κατὰ τὴν τούτου[*](τούτου Thalheim: αὐτοῦ codd.) προαίρεσιν ἔρημοι μὲν ἦσαν οἱ νεῴ,[*](νεῴ Blass (coll. sects. 1, 25, etc.): ναοί codd. qui τῶν ἱερέων add.: secl. Heinrich.) ἔρημοι δʼ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλειπτο δʼ ἡ πόλις καὶ ἡ χώρα.
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους, ὦ ἄνδρες, τίς οὐκ ἂν τὴν πόλιν ἠλέησεν, οὐ μόνον πολίτης ἀλλὰ καὶ ξένος ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιδεδημηκώς; τίς δʼ ἦν οὕτως ἢ μισόδημος τότʼ ἢ μισαθήναιος, ὅστις ἐδυνήθη ἂν ἄτακτον αὑτὸν[*](αὑτὸν Baiter et Sauppe: ἑαυτὸν Ald.: τὸν αὐτὸν codd.) ὑπομεῖναι ἰδεῖν; ἡνίκα ἡ μὲν ἧττα καὶ τὸ γεγονὸς πάθος τῷ δήμῳ[*](δήμῳ add. Ald.; προσήγγελτο Es: τῷ προσηγγέλλετο codd.: pro τῷ, ἀρτίως Blass: στρατοπέδῳ add. Meier, στρατῷ Petrie.) προσήγγελτο, ὀρθὴ δʼ ἦν ἡ πόλις ἐπὶ[*](ἐπὶ Bekker: ἐν codd.) τοῖς συμβεβηκόσιν, αἱ δʼ ἐλπίδες τῆς σωτηρίας τῷ δήμῳ ἐν τοῖς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονόσι καθειστήκεσαν,
ὁρᾶν δʼ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δʼ ὑπὲρ πατρός, τὰς δʼ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δʼ ἀνδρῶν[*](Verba τῶν δʼ ἀνδρῶν usque ad ἐμπεπορπημένους cit. Suidas (s. v. πεπορπημένος).) τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις[*](ταῖς ἡλικίαις Suidas: τὰς ἡλικίας codd.) πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους[*](ἀφειμένους Suidas: ἀφεμένους codd.) ἰδεῖν ἦν καθʼ ὅλην τὴν[*](τὴν et τότʼ Suidas: om. codd.) πόλιν τότʼ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους,[*](ὀδῷ περιφθειρομένους Suidas: οὐδῷ διαφθειρομένους codd.) διπλᾶ τὰ ἱμάτια[*](τὰ ἱμάτια om. Suidas: θαἰμάτια Blass.) ἐμπεπορπημένους;