Against Leocrates

Lycurgus

Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

Μαρτυρία

ἀκούσατε δὲ καὶ ὡς ἀπέλαβε τετταράκοντα μνᾶς παρʼ Ἀμύντου Φιλόμηλος Χολαργεὺς καὶ Μενέλαος ὁ πρεσβεύσας ὡς[*](ὡς Blass: εἰς Ν: πρὸς Α.) βασιλέα.

Μαρτυρία[*](Μαρτυρία Bekker: Μαρτυρίαι ΝΑ.)

λαβὲ δέ μοι καὶ τὴν Τιμοχάρους τοῦ πριαμένου τἀνδράποδα παρʼ Ἀμύντου πέντε καὶ τριάκοντα μνῶν, καὶ τὰς συνθήκας.

Μαρτυρία. Συνθῆκαι

τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· ἄξιον δʼ ἐστὶν ἐφʼ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα, ἃ τοῖς ὑμετέροις νομίμοις καὶ πατρίοις[*](πατρίοις Dobree: πατρῴοις codd.) ἔθεσιν οἱ πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς, ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ ἐκλείποντα[*](ἐκλείπονταἐκλιπόντα Coraes.) τοὺς νεὼς καὶ τὴν χώραν ἣν κατεῖχεν,[*](κατεῖχεν Blass: κατεῖχον codd.) ἠξίωσε, καὶ ἱδρῦσθαι[*](ἱδρῦσθαι Bekker: ἱδρύσασθαι codd.) ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς κατὰ τὴν Μεγαρέων πόλιν εἰθισμένοις.

καὶ οἱ μὲν πατέρες ὑμῶν †τὴν Ἀθηνᾶν ὡς τὴν χώραν εἰληχυῖα†[*](Verba τὴν εἰληχυῖαν obelis inclusi: ὁμώνυμον αὐτῇ secl. Heinrich: verba τὴν Ἀθηνᾶν usque ad αὐτῇ delenda ci. Bekker: τιμῶντες ante τὴν Ἀθηνᾶν add. Taylor: τῇ Ἀθηνᾷ εἰληχυίᾳ Coraes: ὡς τὴν χώραν τῆς Αθηνᾶς εἰληχυίας Blass.) ὁμώνυμον αὐτῇ τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵνʼ οἱ τιμῶντες τὴν θεὸν τὴν ὁμώνυμον αὐτῇ[*](αὐτῇ secl. Schoene: αὐτὴν Rehdantz.) πόλιν μὴ ἐγκαταλίπωσι· Λεωκράτης δʼ οὔτε νομίμων οὔτε πατρίδος[*](πατρίδος Frohberger: πατρῴων codd.) οὔθʼ ἱερῶν φροντίσας τὸ καθʼ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλʼ οἰκῶν ἐν Μεγάροις, οἷς παρʼ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον.

καίτοι, ὦ ἄνδρες, καὶ περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ πολέμῳ, σιτηγήσαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ἐπὶ[*](ἐπὶ Ν: ἐν Α: ὑπὸ Herwerden (coll. 2, 115).) τῇ ὑμετέρᾳ ψήφῳ οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλλοις[*](τοῖς ἄλλοις Ν: τοῖς ἄλλοις ἀνθρώποις Α.) ποιήσετε; πάντων ἄρʼ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ τοῖς δεινοῖς ὀργιζόμενοι.

καὶ ταῦτα δʼ, ὦ ἄνδρες, ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώσοντας ἔλεγχον μαρτυρεῖν ἀλλὰ δεδωκότας. προὐκαλεσάμην[*](προὐκαλεσάμην Taylor: παρεκαλεσάμην codd.) γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γράψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ᾗ[*](ᾗ προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν Jernstedt: η προκλήσεις προκλησοι ἄξιόν ἐστι N : om. A dimidio versu post οἰκέτας vacuo relicto: ἧς ἀκοῦσαι ἄξιόν ἐστιν Blass.) προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν. καὶ μοι λέγε ταύτην.

Πρόκλησις

ἀκούετε, ὦ ἄνδρες, τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης[*](Λεωκράτης Ald.: ἃ σωκράτης codd.) οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ ὅτι προδότης τῆς πατρίδος ἐστίν· ὁ γὰρ τὸν παρὰ τῶν[*](τὸν παρὰ τῶν Schoemann: τὸν πάντων Α: τῶν πάντων Ν.) συνειδότων ἔλεγχον φυγὼν ὡμολόγηκεν ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα. τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι περὶ τῶν ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον[*](δημοτικώτατον Ernesti: δημοτικὸν codd.) εἶναι, ὅταν οἰκέται ἢ θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πιστεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν καὶ μεγάλων καὶ συμφερόντων τῇ πόλει;

ἐγὼ τοίνυν τοσοῦτον ἀφέστηκα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιήσασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις[*](τοῖς ἰδίοις κινδύνοις Reiske: τοὺς ἰδίους κινδύνους codd.) ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ[*](ἑαυτῷ Ν: ἑαυτὸν Α.) οὐχ ὑπέμεινεν ἀλλʼ ἔφυγε. καίτοι, ὦ ἄνδρες, πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων[*](γενομένων Bekker: λεγομένων codd.) ἄν τι ἠρνήθησαν ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατεψεύσαντο.

χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσεται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδεικνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας,