Against Leocrates
Lycurgus
Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἰδίων συνευπόρησε· ταῦτα γάρ ἐστι κοινῶς ὑπὲρ ὑμῶν ἁπάντων, καὶ ἐν μὲν τούτοις ἔστιν ἰδεῖν τὴν ἀρετὴν τῶν ἐπιδεδωκότων, ἐν ἐκείνοις δὲ τὴν εὐπορίαν μόνον[*](μόνον A corr.: μόνων N: om. A pr., Blass.) τῶν δεδαπανηκότων. ἡγοῦμαι δʼ ἔγωγε οὐδένʼ[*](Post οὐδένʼ codd. ἂν habent, del. Franke.) οὕτω μεγάλα τὴν πόλιν εὐηργετηκέναι, ὥστʼ ἐξαίρετον ἀξιοῦν λαμβάνειν χάριν τὴν κατὰ τῶν προδιδόντων τιμωρίαν, οὐδʼ οὕτως ἀνόητον ὥστε φιλοτιμεῖσθαι μὲν πρὸς τὴν πόλιν, τούτῳ δὲ βοηθεῖν ὃς αὐτοῦ πρώτου τὰς φιλοτιμίας ἠφάνισεν· εἰ μὴ νὴ Δία μὴ ταὐτὰ τῇ πατρίδι καὶ τούτοις ἐστὶ συμφέροντα. Ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες,
εἰ καὶ περὶ οὐδενὸς ἄλλου νόμιμόν ἐστι παῖδας καὶ γυναῖκας παρακαθισαμένους ἑαυτοῖς τοὺς δικαστὰς δικάζειν, ἀλλʼ οὖν γε περὶ προδοσίας κρίνοντας οὕτως ὅσιον εἶναι τοῦτο πράττειν, ὅπως ὁπόσοι τοῦ κινδύνου μετεῖχον ἐν ὀφθαλμοῖς ὄντες, καὶ ὁρώμενοι καὶ ἀναμιμνῄσκοντες ὅτι τοῦ κοινοῦ παρὰ πᾶσιν ἐλέου οὐκ ἠξιώθησαν, πικροτέρας τὰς γνώσεις κατὰ τοῦ ἀδικοῦντος παρεσκεύαζον.[*](παρεσκεύαζον Es: παρασκευάζωσιν NA corr.: παρασκευάζουσι A pr.) ἐπειδὴ δʼ οὐ νόμιμον οὐδʼ εἰθισμένον ἐστίν, ἀλλʼ ἀναγκαῖον ὑμᾶς ὑπὲρ ἐκείνων δικάζειν, τιμωρησάμενοι γοῦν[*](γοῦν Jenicke: οὖν codd.) Λεωκράτη καὶ ἀποκτείναντες αὐτὸν ἀπαγγείλατε τοῖς ὑμετέροις αὐτῶν παισὶ καὶ γυναιξὶν ὅτι ὑποχείριον λαβόντες τὸν προδότην αὐτῶν ἐτιμωρήσασθε.
καὶ γὰρ δεινὸν καὶ σχέτλιον, ὅταν νομίζῃ δεῖν Λεωκράτης ἴσον ἔχειν ὁ φυγὼν ἐν τῇ τῶν μεινάντων[*](μεινάντων Taylor: σωσάντων codd.) πόλει, καὶ ὁ μὴ κινδυνεύσας ἐν τῇ τῶν παραταξαμένων, καὶ ὁ μὴ διαφυλάξας ἐν τῇ τῶν σωσάντων, ἀλλʼ ἥκῃ[*](ἥκῃ Stephanus: ἥκει codd.) ἱερῶν θυσιῶν[*](θυσιῶν Taylor: οὐσιῶν codd.: ὁσίων Reiske.) ἀγορᾶς νόμων πολιτείας μεθέξων, ὑπὲρ ὧν τοῦ μὴ καταλυθῆναι χίλιοι τῶν ὑμετέρων πολιτῶν ἐν Χαιρωνείᾳ ἐτελεύτησαν καὶ δημοσίᾳ αὐτοὺς ἡ πόλις ἔθαψαν[*](ἔθαψανἔθαψεν Taylor, sed cf. 87 ἔδοσαν.)· ὧν οὗτος οὐδὲ τὰ ἐλεγεῖα τὰ ἐπιγεγραμμένα τοῖς μνημείοις ἐπανιὼν εἰς τὴν πόλιν ᾐδέσθη, ἀλλʼ οὕτως ἀναιδῶς ἐν τοῖς ὀφθαλμοῖς τῶν πενθησάντων τὰς ἐκείνων συμφορὰς ἡγεῖται δεῖν ἀναστρέφεσθαι.
καὶ αὐτίκα μάλʼ ὑμᾶς ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους· ὑμεῖς δʼ ἐρωτᾶτε αὐτὸν ποίους; οὓς ἐγκαταλιπὼν ᾤχετο. καὶ ἐᾶσαι[*](ἐᾶσαι Reiske: ἐάσετε codd.) αὐτὸν οἰκεῖν ἐν τοῖς τείχεσι τῆς πατρίδος· ποίοις; ἃ μόνος[*](ποίοις; ἃ μόνος Reiske: ποιησάμενοι codd.) τῶν πολιτῶν[*](Post πολίτων N pr. A corr. οἷς habent, N corr. (2) A pr. οὓς, del. Bekker.) οὐ συνδιεφύλαξε. καὶ ἐπικαλεῖται τοὺς θεοὺς σώσοντας αὐτὸν ἐκ τῶν κινδύνων· τίνας; οὐχ ὧν τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε; καὶ δεήσεται καὶ ἱκετεύσει ἐλεῆσαι αὐτόν· τίνων; οὐχ οἷς τὸν αὐτὸν ἔρανον[*](τὸν αὐτὸν ἔρανον Scaliger: τῶν αὐτῶν ἐράνων codd.) εἰς τὴν σωτηρίαν εἰσενεγκεῖν οὐκ ἐτόλμησε; Ῥοδίους ἱκετευέτω· τὴν γὰρ ἀσφάλειαν
ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι. ποία δʼ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον ἡ τῶν πρεσβυτέρων; ἀλλʼ οὐδὲ γηροτροφηθῆναι οὐδʼ ἐν ἐλευθέρῳ τῷ[*](τῷ add. Dobree.) ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθʼ αὑτὸν μέρος παρέδωκεν. ἀλλʼ ἡ τῶν νεωτέρων; καὶ τίς ἂν[*](ἂν add. Schaub.) ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷ[*](ἑαυτῷ Morus: ἑαυτοῖς codd.) συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν μετασχόντων, σώσειε τὸν τὰς ἐκείνων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιαν[*](παράνοιαν Reiske: παρανοίας codd.) καταγνοίη, τὸν δʼ ἐγκαταλιπόντα[*](δʼ ἐγκαταλιπόντα Bekker: δὲ καταλιπόντα codd.) τὴν πατρίδα ὡς εὖ φρονοῦντα ἀθῷον ἀφείη;
ἐξουσίαν ἄρα δώσετε τῷ βουλομένῳ καὶ λόγῳ καὶ ἔργῳ τὸν δῆμον καὶ ὑμᾶς κακῶς ποιεῖν. οὐ γὰρ μόνον νῦν οἱ φεύγοντες κατέρχονται, ὅταν ὁ ἐγκαταλιπὼν τὴν πόλιν καὶ φυγὴν αὐτὸς ἑαυτοῦ καταγνοὺς καὶ οἰκήσας ἐν Μεγάροις ἐπὶ προστάτου πλείω πέντʼ ἢ ἓξ ἔτη[*](ἔτη Ald.: τῇ codd.) ἐν τῇ χώρᾳ καὶ ἐν τῇ πόλει ἀναστρέφηται, ἀλλὰ καὶ ὁ μηλόβοτον τὴν Ἀττικὴν ἀνεῖναι[*](ἀνεῖναι Baiter: εἶναι codd.) φανερᾷ τῇ ψήφῳ καταψηφισάμενος, οὗτος ἐν ταύτῃ τῇ χώρᾳ σύνοικος ὑμῶν γίγνεται.[*](γίγνεται Rehdantz: γένηται codd.: γεγένηται Thalheim.)
βούλομαι δʼ ἔτι βραχέα πρὸς ὑμᾶς εἰπὼν καταβῆναι, καὶ τὸ ψήφισμα τοῦ δήμου παρασχόμενος, ὃ περὶ εὐσεβείας ἐποιήσατο· χρήσιμον γὰρ ὑμῖν ἐστι τοῖς μέλλουσι τὴν ψῆφον φέρειν. καί μοι λέγε αὐτό.[*](αὐτό Baiter et Sauppe: τὸ αὐτὸ ψήφισμα codd.)
Ψήφισμα
ἐγὼ τοίνυν μηνύω τὸν ἀφανίζοντα ταῦτα πάντα πρὸς ὑμᾶς τοὺς κυρίους ὄντας κολάσαι, ὑμέτερον δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσασθαι Λεωκράτην. τὰ γὰρ ἀδικήματα, ἕως μὲν ἂν ᾖ ἄκριτα, παρὰ τοῖς πράξασίν ἐστιν, ἐπειδὰν δὲ κρίσις γένηται, παρὰ τοῖς μὴ δικαίως ἐπεξελθοῦσιν. εὖ δʼ ἴστε, ὦ ἄνδρες, ὅτι νῦν κρύβδην ψηφιζόμενος ἕκαστος ὑμῶν φανερὰν ποιήσει τὴν
αὑτοῦ διάνοιαν τοῖς θεοῖς. ἡγοῦμαι δʼ, ὦ ἄνδρες, ὑπὲρ ἁπάντων τῶν μεγίστων καὶ δεινοτάτων ἀδικημάτων μίαν ὑμᾶς ψῆφον ἐν τῇ τήμερον ἡμέρᾳ φέρειν, οἷς ἅπασιν ἔνοχον ὄντα Λεωκράτην ἔστιν ἰδεῖν, προδοσίας μὲν ὅτι τὴν πόλιν ἐγκαταλιπὼν[*](Post ἐγκαταλιπὼν Ν mancus.) τοῖς πολεμίοις ὑποχείριον ἐποίησε, δήμου δὲ καταλύσεως ὅτι οὐχ ὑπέμεινε τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, ἀσεβείας δʼ ὅτι τοῦ τὰ τεμένη τέμνεσθαι καὶ τοὺς νεὼς κατασκάπτεσθαι τὸ καθʼ ἑαυτὸν γέγονεν αἴτιος, τοκέων δὲ κακώσεως[*](Post κακώσεως codd. ὅτι habent, del. Morus.) τὰ μνημεῖα αὐτῶν ἀφανίζων καὶ τῶν νομίμων ἀποστερῶν, λιποταξίου[*](λιποταξίου Es: λειποταξίου codd.) δὲ καὶ ἀστρατείας οὐ παρασχὼν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς.
ἔπειτα τούτου τις ἀποψηφιεῖται, καὶ συγγνώμην ἕξει τῶν κατὰ προαίρεσιν ἀδικημάτων; καὶ τίς οὕτως[*](τίς οὕτως Dobree: τοσοῦτον codd.) ἐστὶν ἀνόητος ὥστε τοῦτον σῴζων[*](σῴζων Ald.: σώζοντα codd.) τὴν ἑαυτοῦ σωτηρίαν προέσθαι τοῖς ἐγκαταλιπεῖν βουλομένοις, καὶ τοῦτον ἐλεήσας αὐτὸς ἀνηλέητος[*](ἀνηλέητος Bekker: ἀνελέητος codd.) ὑπὸ τῶν πολεμίων ἀπολέσθαι προαιρήσεται, καὶ τῷ προδότῃ τῆς πατρίδος χάριν θέμενος ὑπεύθυνος εἶναι τῇ παρὰ τῶν θεῶν τιμωρίᾳ;
ἐγὼ μὲν οὖν καὶ τῇ πατρίδι βοηθῶν καὶ τοῖς ἱεροῖς καὶ τοῖς νόμοις ἀποδέδωκα τὸν ἀγῶνα ὀρθῶς καὶ δικαίως, οὔτε τὸν ἄλλον τούτου βίον διαβαλὼν οὔτʼ ἔξω τοῦ πράγματος οὐδὲν κατηγορήσας· ὑμῶν δʼ ἕκαστον χρὴ νομίζειν τὸν Λεωκράτους ἀποψηφιζόμενον θάνατον τῆς πατρίδος καὶ ἀνδραποδισμὸν[*](ἀνδραποδισμὸν Bekker: ἀνδραπόδων codd.) καταψηφίζεσθαι, καὶ δυοῖν καδίσκοιν κειμένοιν τὸν μὲν προδοσίας, τὸν δὲ σωτηρίας εἶναι, καὶ[*](εἶναι, καὶ Emperius: εἵνεκα codd.) τὰς ψήφους φέρεσθαι τὰς μὲν ὑπὲρ ἀναστάσεως τῆς πατρίδος, τὰς δʼ ὑπὲρ ἀσφαλείας καὶ τῆς ἐν τῇ πόλει εὐδαιμονίας.
ἐὰν μὲν Λεωκράτην ἀπολύσητε, προδιδόναι τὴν πόλιν καὶ τὰ ἱερὰ καὶ τὰς ναῦς ψηφιεῖσθε· ἐὰν δὲ τοῦτον ἀποκτείνητε, διαφυλάττειν καὶ σῴζειν τὴν πατρίδα καὶ τὰς προσόδους καὶ τὴν εὐδαιμονίαν παρακελεύσεσθε.[*](παρακελεύσεσθε Ald.: παρακελεύεσθε codd.) νομίζοντες οὖν, ὦ Ἀθηναῖοι, ἱκετεύειν ὑμῶν τὴν χώραν καὶ τὰ δένδρα, δεῖσθαι τοὺς λιμένας καὶ[*](καὶ add. Scheibe.) τὰ νεώρια καὶ τὰ τείχη τῆς πόλεως, ἀξιοῦν δὲ καὶ τοὺς νεὼς καὶ τὰ ἱερὰ βοηθεῖν αὐτοῖς, παράδειγμα ποιήσατε Λεωκράτη, ἀναμνησθέντες τῶν κατηγορημένων, ὅτι[*](Ante ὅτι habent καὶ codd., del. Morus.) οὐ πλέον ἰσχύει παρʼ ὑμῖν ἔλεος οὐδὲ δάκρυα τῆς ὑπὲρ τῶν νόμων καὶ τοῦ δήμου σωτηρίας.[*](σωτηρίαςτιμωρίας Reiske.)