Against Leocrates

Lycurgus

Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

οὐ μόνον τοίνυν ἡ πόλις ὑμῶν οὕτως ἔσχε πρὸς τοὺς προδιδόντας ἀλλὰ καὶ Λακεδαιμόνιοι. Καὶ μή μοι ἀχθεσθῆτε, ὦ ἄνδρες, εἰ πολλάκις μέμνημαι τῶν ἀνδρῶν τούτων· καλὸν γάρ ἐστʼ ἐκ[*](ἐστʼ ἐκ Blass: ἐστιν ἐκ Ν: ἐστι cett.) πόλεως εὐνομουμένης περὶ τῶν δικαίων παραδείγματα λαμβάνειν, ἵνʼ ἀσφαλέστερον[*](ἵνʼ ἀσφαλέστερον Blass: ἀσφαλέστερον γὰρ codd.) ἕκαστος ὑμῶν τὴν δικαίαν καὶ τὴν εὔορκον ψῆφον θῆται.[*](θῆταιθήσεται Schaub.) Παυσανίαν γὰρ τὸν βασιλέα αὐτῶν προδιδόντα τῷ Πέρσῃ τὴν Ἑλλάδα λαβόντες, ἐπειδὴ ἔφθασε καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου ἱερόν, τὴν θύραν ἀποικοδομήσαντες,[*](ἀποικοδομήσαντες Duker: ἀνοικοδομήσαντες codd.) καὶ τὴν ὀροφὴν ἀποσκευάσαντες, καὶ κύκλῳ περιστρατοπεδεύσαντες, οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ ἀπέκτειναν,

καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν,[*](τὴν τιμωρίαν del. Heinrich: τῇ τιμωρίᾳ Morus.) ὅτι οὐδʼ αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν, εἰκότως· οὐδὲν γὰρ πρότερον ἀδικοῦσιν[*](ἀδικοῦσιν del. Bekker.) ἢ περὶ τοὺς θεοὺς ἀσεβοῦσι τῶν πατρίων[*](πατρίων Sauppe: πατρῴων codd.) νομίμων αὐτοὺς[*](αὐτοὺς Schulze: ἑαυτοὺς codd.) ἀποστεροῦντες. μέγιστον δὲ τῶν ἐκεῖ γεγενημένων τεκμήριόν ἐστιν ὃ μέλλω λέγειν· νόμον γὰρ ἔθεντο περὶ ἁπάντων τῶν μὴ ʼθελόντων ὑπὲρ τῆς πατρίδος κινδυνεύειν, διαρρήδην λέγοντα ἀποθνῄσκειν, εἰς αὐτὸ τοῦτο τὴν τιμωρίαν τάξαντες, εἰς ὃ μάλιστα φοβούμενοι τυγχάνουσι, καὶ τὴν ἐκ τοῦ πολέμου σωτηρίαν ὑπεύθυνον ἐποίησαν κινδύνῳ μετʼ αἰσχύνης. ἵνα δʼ εἰδῆτε ὅτι οὐ λόγον ἀναπόδεικτον εἴρηκα, ἀλλὰ μετʼ ἀληθείας[*](Post ἀληθείας add. ὑμῖν Ν.) παραδείγματα, φέρε αὐτοῖς τὸν νόμον.

Νόμος Λακεδαιμονίων

ἐνθυμεῖσθε δὴ ὡς καλὸς ὁ νόμος, ὦ ἄνδρες, καὶ σύμφορος οὐ μόνον ἐκείνοις ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνθρώποις. ὁ γὰρ παρὰ τῶν πολιτῶν φόβος ἰσχυρὸς ὢν ἀναγκάσει τοὺς πρὸς τοὺς πολεμίους κινδύνους ὑπομένειν· τίς γὰρ ὁρῶν θανάτῳ ζημιούμενον τὸν προδότην ἐν τοῖς κινδύνοις ἐκλείψει τὴν πατρίδα; ἢ τίς παρὰ τὸ συμφέρον τῆς πόλεως φιλοψυχήσει, εἰδὼς ὑποκειμένην αὑτῷ ταύτην[*](ταύτην add. Scheibe.) τιμωρίαν; οὐδεμίαν γὰρ ἄλλην δεῖ ζημίαν εἶναι τῆς δειλίας ἢ θάνατον· εἰδότες γὰρ ὅτι δυοῖν κινδύνοιν ὑποκειμένοιν ἀναγκαῖον ἔσται θατέρου μετασχεῖν, πολὺ μᾶλλον αἱρήσονται τὸν πρὸς τοὺς πολεμίους ἢ τὸν πρὸς τοὺς νόμους καὶ τοὺς πολίτας.

τοσούτῳ δʼ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων,[*](φευγόντωνφυγόντων Es.) ὅσον οἱ μὲν εἰς τὴν πόλιν ἥκουσιν ὡς ὑπὲρ ταύτης μαχούμενοι ἢ κοινῇ μετὰ τῶν ἄλλων πολιτῶν συνατυχήσοντες,[*](συνατυχήσοντες Dobree: συνατυχοῦντες codd.) οὑτοσὶ δʼ ἐκ τῆς πατρίδος ἔφυγεν, ἰδίᾳ τὴν σωτηρίαν ποριζόμενος, οὐδʼ ὑπὲρ τῆς ἰδίας ἑστίας ἀμύνεσθαι τολμήσας, ἀλλὰ μόνος οὗτος τῶν πάντων ἀνθρώπων καὶ τὰ τῆς φύσεως οἰκεῖα καὶ ἀναγκαῖα προδέδωκεν, ἃ καὶ τοῖς ἀλόγοις ζῴοις μέγιστα καὶ σπουδαιότατα διείληπται.

τὰ γοῦν[*](Post γοῦν codd. ζῷα habent, del. G. Hermann.) πετεινά, ἃ[*](ἃ, quod infra post τάχος habent codd., huc transtulit Reiske.) μάλιστα πέφυκε πρὸς τάχος,[*](τάχοςτὸ τάχος ΝΑ: τὸ om. cett.) ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέλοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν·

  1. οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον,
  2. ἄλλην[*](ἄλλην Coraes: ἄλλῃ codd.) νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.[*](ἠξίωσεν ἐντεκεῖν Scaliger: ἐντεκεῖν ἠξίωσεν codd.)
unknown ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε.

τοιγαροῦν οὐδεμία πόλις αὐτὸν εἴασε παρʼ αὑτῇ μετοικεῖν, ἀλλὰ μᾶλλον τῶν ἀνδροφόνων[*](τῶν ἀνδροφόνων N corr. (2): τὸν ἀνδροφόνον ΝΑ.) ἤλαυνεν, εἰκότως· οἱ μὲν γὰρ φόνου φεύγοντες εἰς ἑτέραν πόλιν μεταστάντες οὐκ ἔχουσιν ἐχθροὺς τοὺς ὑποδεξαμένους, τοῦτον δὲ τίς ἂν ὑποδέξαιτο πόλις; ὃς γὰρ ὑπὲρ τῆς αὑτοῦ πατρίδος οὐκ ἐβοήθησε, ταχύ γʼ ἂν ὑπὲρ τῆς ἀλλοτρίας κίνδυνόν τινʼ ὑπομείνειεν. κακοὶ γὰρ καὶ πολῖται καὶ ξένοι καὶ ἰδίᾳ φίλοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων εἰσίν, οἳ τῶν μὲν ἀγαθῶν τῶν τῆς πόλεως μεθέξουσιν, ἐν δὲ ταῖς ἀτυχίαις οὐδὲ βοηθείας ἀξιώσουσι.

καίτοι τὸν ὑπὸ τῶν μηδὲν ἀδικουμένων μισούμενον καὶ ἐξελαυνόμενον τί δεῖ παθεῖν ὑφʼ ὑμῶν τῶν τὰ δεινότατα πεπονθότων; ἆρʼ οὐ τῆς ἐσχάτης τιμωρίας τυγχάνειν; καὶ μήν, ὦ ἄνδρες, τῶν πώποτε προδοτῶν δικαιότατʼ ἂν Λεωκράτης, εἴ τις μείζων εἴη τιμωρία θανάτου, ταύτην ὑπόσχοι. οἱ μὲν γὰρ ἄλλοι προδόται, μέλλοντες ἀδικεῖν ὅταν ληφθῶσι,[*](ὅταν ληφθῶσι Contius: ὅταν μὴ ληφθῶσι N pr. A: ὅταν ἢ(vel δὴ) ληφθῶσι N corr. (2)) τιμωρίαν ὑπέχουσιν· οὗτος δὲ μόνος διαπεπραγμένος ἕπερ ἐπεχείρησε, τὴν πόλιν ἐγκαταλιπὼν κρίνεται.

θαυμάζω δὲ καὶ τῶν συνηγορεῖν αὐτῷ μελλόντων, διὰ τι ποτε τοῦτον ἀξιώσουσιν ἀποφυγεῖν. πότερον διὰ τὴν πρὸς αὑτοὺς φιλίαν; ἀλλʼ ἔμοιγε δοκοῦσι δικαίως οὐκ ἂν χάριτος τυχεῖν ἀλλʼ ἀποθανεῖν, ὅτι χρῆσθαι τούτῳ τολμῶσι. πρὶν μὲν γὰρ τοῦτο πρᾶξαι Λεωκράτην ἄδηλον ἦν ὁποῖοί τινες ὄντες ἐτύγχανον, νῦν δὲ πᾶσι φανερὸν ὅτι τοῖς αὐτοῖς ἤθεσι χρώμενοι τὴν πρὸς τοῦτον φιλίαν διαφυλάττουσιν, ὥστε πολὺ πρότερον ὑπὲρ αὑτῶν αὐτοῖς ἐστιν ἀπολογητέον ἢ τοῦτον παρʼ ὑμῶν ἐξαιτητέον.