Against Leocrates

Lycurgus

Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τʼ ἄλλʼ ὢν[*](ὢνἦν Bekker.) ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα.

    Ῥῆσις Εὐριπίδου
  1. τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται,
  2. ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
  3. χρόνῳ δὲ δρῶσι, δυσγενέστερον[*](δρῶσι δυσγενέστερον Heinrich: δυσγενέστερον λέγω Meineke.) ---
  4. ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν.
  5. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν
  6. οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν·
  7. [*](VV. 7-10 cit. Plut. Mor. 604 d-e)ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
  8. αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις
  9. πεσσῶν ὁμοίαις[*](ὁμοίαιςὁμοίως Plut., Ald.) διαφοραῖς ἐκτισμέναι[*](διαφοραῖς ἐκτίσμεναιδιαφορηθεῖσαι βολαῖς Plut.)
  10. ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
  11. ὅστις δʼ ἀπʼ ἄλλης πόλεος[*](πόλεος et in v. 21 Grotius: πόλεως codd.) οἰκήσῃ[*](οἰκήσῃ Meineke: οἰκίζει codd.) πόλιν,
  12. ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
  13. λόγῳ πολίτης ἐστί, τοῖς δʼ ἔργοισιν οὔ.
  14. ἔπειτα τέκνα τοῦδʼ ἕκατι[*](ἕκατι Matthiae: ἕνεκα codd.: ἕκητι Ald.) τίκτομεν,
  15. ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.[*](ῥυώμεθα Ald.: ῥυόμεθα ΝΑ.)
  16. πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν,[*](ἕν Grotius: ἐν codd.) πολλοὶ[*](πολλοὶ Musgrave: πολλοῖς codd.) δέ νιν
  17. ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,
  18. ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν;
  19. εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
  20. τὸ μεῖζον οὑνὸς[*](οὑνὸς Emperius: ἑνὸς codd.: οὑμὸς Bekker.) οἶκος οὐ πλεῖον σθένει
  21. πταίσας ἁπάσης πόλεος, οὐδʼ ἴσον φέρει.
  22. εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν[*](θηλειῶν Grotius: θηλέων codd.) στάχυς
  23. ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
  24. οὐκ ἄν νιν[*](ἄν νιν Matthiae: ἂν μὴν ΝΑ: ἄν μιν Ald.) ἐξέπεμπον εἰς μάχην δορός,
  25. θάνατον προταρβοῦσʼ; ἀλλʼ. ἔμοιγʼ εἴη[*](εἴη Ald.: ἐστι codd.) τέκνα,
  26. [*](ἃ add. Ald.) καὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι,
  27. μὴ σχήματʼ[*](σχήματʼ Scaliger: σχήματα δʼ codd.) ἄλλως ἐν πόλει πεφυκότα.
  28. τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα,
  29. πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους.
  30. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
  31. ζῆν παῖδας εἵλοντʼ ἢ[*](εἵλοντʼ ἢ Matthiae: εἵλοντο καὶ codd.) παρῄνεσαν κακά.
  32. καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα
  33. τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην·
  34. τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
  35. πόλεως θανούσῃ[*](εἷς μιᾷ μόνῃ θανούσῃ Tyrwhitt: ἣ (ἡ Ν) μία μόνη θανοῦσα codd.) τῆσδʼ ὕπερ δοθήσεται.
  36. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρω[*](ὁμοσπόρω Bekker: ὁμοσπόρων codd.)
  37. σώσει· τί[*](σώσει· τί Melanchthon: ὡς εἴ τι codd.) τούτων οὐχὶ δέξασθαι καλόν;
  38. τὴν οὐκ ἐμὴν πλὴν ἢ[*](ἢ add. Wagner.) φύσει δώσω κόρην
  39. θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
  40. πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
  41. οὐκοῦν ἅπαντα τοὔν γʼ[*](ἅπαντα τοὔν γʼ Heinrich (iam ἅπαντα τοὐν Reiske): ἅπαντας γοῦν τʼ codd.) ἐμοὶ σωθήσεται·
  42. ἄρξουσιν ἄλλοι, τήνδʼ ἐγὼ σώσω πόλιν.
  43. ἐκεῖνο δʼ οὗ τὸ[*](ἐκεῖνο δʼ οὗ τὸ Ald.: ἐκεῖνο δʼ οὐ ΝΑ.) πλεῖστον ἐν κοινῷ μέρος,
  44. οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ,[*](ἄτερἄνερ Valckenaer: ἀνήρ Bothe.)
  45. προγόνων παλαιὰ[*](παλαιὰ Ald.: πάλαι ΝΑ.) θέσμιʼ ὅστις[*](θέσμιʼ ὅστις Reiske: θέσμιά τις ΝΑ.) ἐκβαλεῖ[*](ἐκβαλεῖ Ald.: ἐκβάλλει codd.)·
  46. οὐδʼ ἀντʼ ἐλάας[*](ἀντʼ ἐλάας Dobree: ἂν τελείας codd.) χρυσέας τε Γοργόνος
  47. τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
  48. Εὔμολπος οὐδὲ Θρῇξ[*](Θρῇξ Dindorf: Θρᾲξ codd.) ἀναστέψει[*](ἀναστέψει Musgrave: ἀναστρέψει codd.) λεὼς
  49. στεφάνοισι, Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται.
  50. χρῆσθʼ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
  51. σῴζεσθε,[*](Post σῴζεσθε habent καὶ codd., om. Ald.) νικᾶτʼ· ἀντὶ γὰρ ψυχῆς μιᾶς
  52. οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼ[*](οὐ τήνδʼ ἐγὼ Ald.: ὑμῖν τήνδʼ ἐγὼ οὐ codd.) σώσω πόλιν.
  53. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
  54. οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
  55. οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.
Euripides, Erechtheus

ταῦτα, ὦ ἄνδρες, τοὺς πατέρας ὑμῶν ἐπαίδευε. φύσει γὰρ οὐσῶν φιλοτέκνων πασῶν τῶν γυναικῶν, ταύτην ἐποίησε τὴν πατρίδα μᾶλλον τῶν παίδων φιλοῦσαν, ἐνδεικνύμενος ὅτι εἴπερ αἱ γυναῖκες τοῦτο τολμήσουσι ποιεῖν, τούς γʼ ἄνδρας ἀνυπέρβλητόν τινα δεῖ τὴν εὔνοιαν ὑπὲρ τῆς πατρίδος ἔχειν, καὶ μὴ φεύγειν αὐτὴν ἐγκαταλιπόντας μηδὲ καταισχύνειν πρὸς ἅπαντας τοὺς Ἕλληνας, ὥσπερ Λεωκράτης.

βούλομαι δʼ ὑμῖν καὶ τὸν Ὅμηρον παρασχέσθαι ἐπαινῶν.[*](τὸν Ὅμηρον ἐπαινῶντῶν Ὁμήρου ἐπῶν Reiske.) οὕτω γὰρ ὑπέλαβον ὑμῶν οἱ πατέρες σπουδαῖον εἶναι ποιητὴν ὥστε νόμον ἔθεντο καθʼ ἑκάστην πεντετηρίδα[*](πεντετηρίδα Dobree: πενταετηρίδα codd.) τῶν Παναθηναίων μόνου τῶν ἄλλων ποιητῶν ῥαψῳδεῖσθαι τὰ ἔπη, ἐπίδειξιν ποιούμενοι πρὸς τοὺς Ἕλληνας ὅτι τὰ κάλλιστα τῶν ἔργων προῃροῦντο. εἰκότως· οἱ μὲν γὰρ νόμοι διὰ τὴν συντομίαν οὐ διδάσκουσιν ἀλλʼ ἐπιτάττουσιν ἃ δεῖ ποιεῖν, οἱ δὲ ποιηταὶ μιμούμενοι τὸν ἀνθρώπινον βίον, τὰ κάλλιστα τῶν ἔργων ἐκλεξάμενοι, μετὰ λόγου καὶ ἀποδείξεως τοὺς ἀνθρώπους συμπείθουσιν.

Ἕκτωρ γὰρ τοῖς Τρωσὶ παρακελευόμενος ὑπὲρ τῆς πατρίδος τάδʼ εἴρηκεν·

  1. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶ διαμπερές.[*](διαμπερέςἀολλέεςHom. Il. 15.494.) ὃς δέ κεν ὑμέων
  2. βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ,
  3. τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
  4. τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ νήπια τέκνα,[*](καὶ νήπια τέκνακαὶ παῖδες ὀπίσσω ibid. 497.)
  5. καὶ κλῆρος καὶ οἶκος[*](καὶ κλῆρος καὶ οἶκοςκαὶ οἶκος καὶ κλῆρος ibid. 498.) ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
  6. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Hom. Il. 15.494

τούτων τῶν ἐπῶν ἀκούοντες, ὦ ἄνδρες, οἱ πρόγονοι ὑμῶν καὶ τὰ τοιαῦτα τῶν ἔργων ζηλοῦντες οὕτως ἔσχον πρὸς ἀρετὴν ὥστʼ οὐ μόνον ὑπὲρ τῆς αὑτῶν πατρίδος, ἀλλὰ καὶ πάσης τῆς[*](τῆς add. Blume.) Ἑλλάδος ὡς κοινῆς ἤθελον ἀποθνῄσκειν. οἱ γοῦν ἐν[*](ἐν del. Es.) Μαραθῶνι παραταξάμενοι τοῖς βαρβάροις τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐκράτησαν, τοῖς ἰδίοις κινδύνοις κοινὴν ἄδειαν ἅπασι τοῖς Ἕλλησι κτώμενοι, οὐκ ἐπὶ τῇ δόξῃ μέγα φρονοῦντες ἀλλʼ ἐπὶ τῷ ταύτης ἄξια πράττειν, τῶν μὲν Ἑλλήνων προστάτας, τῶν δὲ βαρβάρων δεσπότας ἑαυτοὺς καθιστάντες· οὐ γὰρ λόγῳ τὴν ἀρετὴν ἐπετήδευον ἀλλʼ ἔργῳ πᾶσιν ἐνεδείκνυντο.[*](ἐνεδείκνυντο Cohn: ἀνεδείκνυντο Ν: ἐπεδείκνυντο Α.)

τοιγαροῦν οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρʼ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς ἐναντίους. καίτοι εἰ τοῖν ἀφʼ Ἡρακλέους γεγενημένοιν,[*](τοῖν γεγενημένοιν Bursian: τοῖς γεγενημένοις codd.: τῶν γεγενημένων Ald.) οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ, τοὺς παρʼ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε, πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν;

τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθʼ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον ἀλλʼ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς; κατέλιπε γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες

παιδεύονται πρὸς ἀνδρείαν· καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι[*](ἐξεστρατευμένοι Es: ἐκστρατευόμενοι codd.) ὦσι,[*](ὦσι A. G. Becker: εἰσί codd.) καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δʼ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵνʼ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρʼ ἐκείνοις.

  1. τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
  2. ἄνδρʼ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον.
  3. τὴν δʼ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
  4. πτωχεύειν πάντων ἔστʼ ἀνιηρότατον,
  5. πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
  6. παισί τε σὺν μικροῖς κουριδίῃ τʼ ἀλόχῳ.
  7. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται
  8. χρημοσύνῃ[*](χρημοσύνῃ Bergk: χρησμοσύνῃ codd.) τʼ εἴκων καὶ στυγερῇ πενίῃ,
  9. αἰσχύνει δὲ[*](δὲ Hartung: τε codd.) γένος, κατὰ δʼ ἀγλαὸν εἶδος ἐλέγχει,
  10. πᾶσα δʼ ἀτιμίη καὶ κακότης ἕπεται.
  11. εἰ δʼ[*](εἰ δʼ Francke: εἴθʼ codd.) οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμίʼ ὤρη
  12. γίγνεται οὐδʼ αἰδώς, οὔτʼ ὀπίσω γένεος,[*](γένεος Ahrens: τέλος codd.: εἰσοπίσω τελέθει Ald.)
  13. θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων
  14. θνῄσκωμεν ψυχέων[*](ψυχέων Ald.: ψυχάων codd.) μηκέτι φειδόμενοι.
  15. ὦ νέοι, ἀλλὰ μάχεσθε παρʼ ἀλλήλοισι μένοντες,
  16. μηδὲ φυγῆς αἰσχρῆς[*](αἰσχρῆς Sauppe: αἰσχρᾶς codd.) ἄρχετε μηδὲ φόβου,
  17. ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
  18. μηδὲ φιλοψυχεῖτʼ ἀνδράσι μαρνάμενοι·
  19. τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατʼ ἐλαφρά,
  20. μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.
  21. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
  22. κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,
  23. ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
  24. θυμὸν ἀποπνείοντʼ ἄλκιμον ἐν κονίῃ,
  25. αἱματόεντʼ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα
  26. (αἰσχρὰ τά γʼ[*](τά γʼτάδʼ Baiter et Sauppe: τά τʼ G. Hermann.) ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν)
  27. καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντʼ ἐπέοικεν,
  28. ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ·
  29. ἀνδράσι μὲν θηητὸς[*](θηητὸς Reiske: θνητοῖσιν codd.) ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν
  30. ζωὸς ἐών, καλὸς δʼ ἐν προμάχοισι πεσών.
  31. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
  32. στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
Tyrtaeus

καλά γʼ, ὦ ἄνδρες, καὶ χρήσιμα τοῖς βουλομένοις προσέχειν. οὕτω τοίνυν εἶχον πρὸς ἀνδρείαν οἱ τούτων ἀκούοντες ὥστε πρὸς τὴν πόλιν ἡμῶν περὶ τῆς ἡγεμονίας ἀμφισβητεῖν, εἰκότως· τὰ γὰρ κάλλιστα τῶν ἔργων ἀμφοτέροις ἦν κατειργασμένα. οἱ μὲν γὰρ πρόγονοι τοὺς βαρβάρους ἐνίκησαν, οἳ πρῶτοι τῆς Ἀττικῆς ἐπέβησαν, καὶ καταφανῆ ἐποίησαν τὴν ἀνδρείαν τοῦ πλούτου καὶ τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην· Λακεδαιμόνιοι δʼ ἐν Θερμοπύλαις παραταξάμενοι ταῖς μὲν τύχαις οὐχ[*](οὐχ add. N.) ὁμοίαις[*](ὁμοίαις Bekker: ὁμοίως codd.) ἐχρήσαντο, τῇ δʼ ἀνδρείᾳ πολὺ πάντων διήνεγκαν.

τοιγαροῦν ἐπὶ τοῖς ἠρίοις[*](ἠρίοις Wurm: ὁρίοις τοῦ βίου codd.) μαρτύρια ἔστιν ἰδεῖν τῆς ἀρετῆς αὐτῶν ἀναγεγραμμένα ἀληθῆ πρὸς ἅπαντας τοὺς Ἕλληνας, ἐκείνοις μέν·

  1. ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
  2. κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις,
Simonides τοῖς δʼ ὑμετέροις προγόνοις·
  1. Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι
  2. χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν.
Simonides

ταῦτα, ὦ Ἀθηναῖοι, καὶ μνημονεύεσθαι καλὰ καὶ τοῖς πράξασιν[*](τοῖς πράξασιν Taylor: ταῖς πράξεσιν codd.) ἔπαινος καὶ τῇ πόλει δόξα ἀείμνηστος. ἀλλʼ οὐχ ὃ Λεωκράτης πεποίηκεν, ἀλλʼ ἑκὼν τὴν ἐξ ἅπαντος τοῦ αἰῶνος συνηθροισμένην τῇ πόλει δόξαν κατῄσχυνεν. ἐὰν μὲν οὖν αὐτὸν ἀποκτείνητε, δόξετε πᾶσι τοῖς Ἕλλησι καὶ ὑμεῖς τὰ τοιαῦτα τῶν ἔργων μισεῖν· εἰ δὲ μή, καὶ τοὺς προγόνους τῆς παλαιᾶς δόξης ἀποστερήσετε καὶ τοὺς ἄλλους πολίτας μεγάλα βλάψετε. οἱ γὰρ ἐκείνους μὴ θαυμάζοντες τοῦτον πειράσονται μιμεῖσθαι, νομίζοντες ἐκεῖνα μὲν παρὰ τοῖς παλαιοῖς[*](τοῖς παλαιοῖς Taylor: τοῖς πολεμίοις codd.) εὐδοκιμεῖν, παρʼ ὑμῖν δʼ[*](παρʼ ὑμῖν δʼ Blass: παρὰ δʼ ὑμῖν Α: παρʼ ὑμῖν Ν.) ἀναίδειαν καὶ προδοσίαν καὶ δειλίαν κεκρίσθαι κάλλιστον.

εἰ δὲ[*](δὲ add. Stephanus.) μὴ δύνασθε ὑπʼ ἐμοῦ διδαχθῆναι ὃν τρόπον δεῖ πρὸς τοὺς τοιούτους ἔχειν, σκέψασθε ἐκείνους τίνα τρόπον ἐλάμβανον παρʼ αὐτῶν τὴν τιμωρίαν· ὥσπερ γὰρ τὰ καλὰ τῶν ἔργων ἠπίσταντο ἐπιτηδεύειν, οὕτω καὶ τὰ πονηρὰ προῃροῦντο κολάζειν. ἐκεῖνοι γάρ, ὦ ἄνδρες, θεωρήσατε ὡς ὠργίζοντο τοῖς προδόταις καὶ κοινοὺς ἐχθροὺς ἐνόμιζον εἶναι τῆς πόλεως.

Φρυνίχου γὰρ ἀποσφαγέντος νύκτωρ παρὰ τὴν κρήνην τὴν ἐν τοῖς οἰσύοις ὑπὸ Ἀπολλοδώρου καὶ Θρασυβούλου, καὶ τούτων ληφθέντων καὶ εἰς τὸ δεσμωτήριον ἀποτεθέντων ὑπὸ τῶν τοῦ Φρυνίχου φίλων, αἰσθόμενος ὁ δῆμος τὸ γεγονὸς τούς τε εἱρχθέντας ἐξήγαγε,[*](αἰσθόμενος ἐξήγαγε Coraes: αἰσθανόμενος ἐσῆγε codd.) καὶ βασάνων γενομένων ἀνέκρινε, καὶ ζητῶν τὸ πρᾶγμα εὗρε τὸν μὲν Φρύνιχον προδιδόντα τὴν πόλιν, τοὺς δʼ ἀποκτείναντας αὐτὸν ἀδίκως

εἱρχθέντας· καὶ ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν κρίνειν προδοσίας, κἂν δόξῃ προδότης ὢν ἐν τῇ χώρᾳ τεθάφθαι, τά τε[*](τεγε Jacob.) ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς, ὅπως ἂν μὴ κέηται ἐν τῇ χώρᾳ μηδὲ τὰ ὀστᾶ τοῦ τὴν χώραν καὶ τὴν πόλιν προδιδόντος. ἐψηφίσαντο

δὲ[*](Post δὲ habent τινες codd., del. Heinrich.) καὶ ἐὰν ἀπολογῶνταί τινες ὑπὲρ[*](ὑπὲρ Herwerden: περὶ codd.) τοῦ τετελευτηκότος, ἐὰν ἁλῷ ὁ τεθνηκώς, ἐνόχους εἶναι καὶ τούτους τοῖς αὐτοῖς ἐπιτιμίοις· οὕτως οὐδὲ βοηθεῖν τοῖς τοὺς ἄλλους ἐγκαταλείπουσιν ἡγοῦντο δίκαιον εἶναι, ἀλλʼ ὁμοίως ἂν προδοῦναι τὴν πόλιν καὶ τὸν διασῴζοντα τὸν προδότην. τοιγαροῦν οὕτω μισοῦντες τοὺς ἀδικοῦντας καὶ τὰ τοιαῦτα κατʼ αὐτῶν ψηφιζόμενοι ἀσφαλῶς ἐκ τῶν κινδύνων ἀπηλλάττοντο. λαβὲ δʼ αὐτοῖς τὸ ψήφισμα, γραμματεῦ, καὶ ἀνάγνωθι.

Ψήφισμα

ἀκούετε, ὦ ἄνδρες, τούτου τοῦ ψηφίσματος. ἔπειτα ἐκεῖνοι μὲν τὰ τοῦ προδότου ὀστᾶ ἀνορύξαντες ἐκ τῆς Ἀττικῆς ἐξώρισαν καὶ τοὺς ἀπολογουμένους ὑπὲρ αὐτοῦ Ἀρίσταρχον καὶ Ἀλεξικλέα ἀπέκτειναν καὶ οὐδʼ ἐν τῇ χώρᾳ ταφῆναι ἐπέτρεψαν· ὑμεῖς δʼ αὐτὸ τὸ σῶμα τὸ προδεδωκὸς τὴν πόλιν ζῶν καὶ ὑποχείριον ἔχοντες τῇ ψήφῳ, ἀτιμώρητον ἐάσετε;

καὶ τοσοῦτόν γʼ ἔσεσθε[*](γʼ ἔσεσθε Gebauer: ἔσεσθέ γε codd.) τῶν προγόνων χείρους ὅσον ἐκεῖνοι μὲν τοὺς λόγῳ μόνον τῷ προδότῃ βοηθήσαντας ταῖς ἐσχάταις τιμωρίαις μετῆλθον, ὑμεῖς δὲ αὐτὸν τὸν ἔργῳ καὶ οὐ λόγῳ τὸν δῆμον ἐγκαταλιπόντα ὡς οὐδὲν ἀδικοῦντα ἀφήσετε; μὴ δῆτα, ὦ ἄνδρες δικασταί, οὔτε γὰρ ὅσιον[*](οὔτε γὰρ ὅσιον add. Petrie: οὔτε γὰρ ἔμφυτον ci. Blass.) ὑμῖν οὔτε[*](οὔτεοὕτω Ald.) πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε. καὶ γὰρ εἰ μὲν ἕν τι τοιοῦτον γεγονὸς ἦν ψήφισμα, εἶχεν ἄν τις εἰπεῖν ὡς διʼ ὀργὴν μᾶλλον ἢ διʼ ἀλήθειαν ἐποιήσαντο· ὅταν δὲ παρὰ πάντων ὁμοίως εἰληφότες ὦσι τὴν αὐτὴν τιμωρίαν, πῶς οὐκ εὔδηλον ὅτι φύσει πᾶσι τοῖς τοιούτοις ἔργοις ἐπολέμουν;

ἵππαρχον γὰρ τὸν Χάρμου,[*](Χάρμου Harpocration (s.v. Ἵππαρχος. Cf. Aristot. Const Ath. 22.4): Τιμάρχου codd.) οὐχ ὑπομείναντα τὴν περὶ τῆς προδοσίας ἐν τῷ δήμῳ κρίσιν ἀλλʼ ἔρημον τὸν ἀγῶνα ἐάσαντα, θανάτῳ τοῦτον ζημιώσαντες, ἐπειδὴ τῆς ἀδικίας οὐκ ἔλαβον τὸ σῶμα ὅμηρον, τὴν εἰκόνα αὐτοῦ ἐξ ἀκροπόλεως καθελόντες καὶ συγχωνεύσαντες καὶ ποιήσαντες στήλην, ἐψηφίσαντο εἰς ταύτην ἀναγράφειν τοὺς ἀλιτηρίους καὶ τοὺς προδότας· καὶ αὐτὸς ὁ Ἵππαρχος ἐν ταύτῃ τῇ στήλῃ ἀναγέγραπται,

καὶ οἱ ἄλλοι δὲ προδόται. καί μοι λαβὲ πρῶτον μὲν τὸ ψήφισμα, καθʼ ὃ ἡ εἰκὼν τοῦ Ἱππάρχου τοῦ προδότου ἐξ ἀκροπόλεως καθῃρέθη, ἔπειτα τῆς στήλης τὸ ὑπόγραμμα καὶ τοὺς ὕστερον προσαναγραφέντας[*](προσαναγραφέντας Taylor: προαναγραφέντας codd.) προδότας εἰς ταύτην τὴν στήλην, καὶ ἀναγίγνωσκε, γραμματεῦ.

Ψήφισμα καὶ Ὑπόγραμμα τῆς Στήλης

τί δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες; ἆρά γʼ ὁμοίως ὑμῖν περὶ τῶν ἀδικούντων γιγνώσκειν, καὶ οὐκ, ἐπειδὴ καὶ τὸ σῶμα οὐκ ἐδύναντο ὑποχείριον τοῦ προδότου[*](τοῦ προδότου del. Es.) λαβεῖν, τὸ μνημεῖον τοῦ προδότου ἀνελόντες ταῖς ἐνδεχομέναις τιμωρίαις ἐκόλασαν; οὐχ ὅπως τὸν χαλκοῦν ἀνδριάντα συγχωνεύσειαν, ἀλλʼ ἵνα τοῖς ἐπιγιγνομένοις παράδειγμα εἰς τὸν λοιπὸν χρόνον ὡς εἶχον πρὸς τοὺς προδότας καταλίποιεν.