Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
  2. ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
  3. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
  4. μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
  5. ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
  6. ἔστασας ἐπὶ σφυρῷ
  7. Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
  8. Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
  9. ἀλλὰ παλαιὰ γὰρ
  10. εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
  11. ὅ τι μὴ σοφίας ἄωτον ἄκρον