Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ζώων τʼ ἀπὸ καὶ θανών.
  2. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
  3. αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
  4. Ἀμφιάρηόν τε,
  5. εὐανθέʼ ἀπέπνευσας ἁλικίαν
  6. προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι
  7. ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
  8. ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
  9. Γαιάοχος εὐδίαν ὄπασσεν
  10. ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,
  11. ὅ τι τερπνὸν ἐφάμερον διώκων