Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
  2. εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
  3. Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
  4. ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
  5. ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
  6. σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
  7. ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
  8. ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
  9. ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
  10. μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;