Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
  2. κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι
  3. χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν
  4. ἢ ταχυτᾶτι ποδῶν.
  5. κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
  6. δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
  7. εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
  8. μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,
  9. εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
  10. θνατὰ θνατοῖσι πρέπει.
  11. τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,
  12. Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
  13. Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
  14. οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
  15. σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
  16. τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
  17. θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
  18. μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
  19. κιρνάμεν ἀντὶ πόνων.
  20. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ