Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
  2. αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.
  1. ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
  2. ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
  3. ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
  4. αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
  5. σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
  6. πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.