Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
  2. ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
  3. παῖδες ἐν τιμαῖς ἔμιχθεν.
  4. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
  5. οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,
  6. οὔτε μελικόμπων ἀοιδᾶν.
  7. οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
  8. εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
  9. μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν
  10. Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
  11. ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
  12. ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
  13. καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
  14. οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·
  15. ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
  16. ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
  17. μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
  18. μήτʼ ἀρετάν ποτε σιγάτω πατρῴαν,
  19. μηδὲ τούσδʼ ὕμνους· ἐπεί τοι
  20. οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.