Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- Ἡροδότῳ ἔπορεν
- ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
- ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
- εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς
- Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις
- Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
- Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
- ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.