Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
  2. ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
  3. Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις,
  4. δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
  5. θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
  6. εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
  7. ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον
  8. αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
  9. Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι
  10. λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
  11. ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,