Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
  2. ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου
  3. δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
  4. σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
  5. ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
  6. ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων
  7. κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.
  8. ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ
  9. Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις
  10. ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
  11. βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
  12. ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
  13. εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
  14. Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
  15. μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
  16. θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
  17. αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
  18. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
  19. ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
  20. ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.