Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
- Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι
- κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
- παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν
- κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.
- δελφῖνί κεν
- τάχος διʼ ἅλμας
- ἴσον εἴποιμι Μελησίαν,
- χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.