Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
  2. πατροπάτορος ὁμαιμίου.
  3. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
  4. ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,
  5. καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
  6. νεμέᾳ δὲ τρίς,
  7. ἔπαυσε λάθαν
  8. Σωκλείδα, ὃς ὑπέρτατος
  9. Ἁγησιμάχῳ υἱέων γένετο.
  10. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
  11. ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
  12. ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
  13. ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
  14. μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν