Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
  2. ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
  3. Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
  4. ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
  5. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
  6. ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
  7. εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
  8. φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
  9. πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
  10. νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ
  11. ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
  1. ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
  2. ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
  3. δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
  4. μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
  5. νόον ἤτοι φύσιν ἀθανάτοις,
  6. καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
  7. οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
  8. τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
  9. ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι