Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
  2. καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
  3. εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
  4. αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·
  5. καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.
  6. πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ
  7. Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
  8. φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
  9. ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
  10. Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
  11. ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
  12. πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
  13. ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
  14. ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
  15. εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
  16. παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·