Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μαλακὰ μὲν φρονέων ἐσλοῖς,
  2. τραχὺς δὲ παλιγκότοις ἔφεδρος.
  1. οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος
  2. ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
  3. στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
  4. Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
  5. νίκη Νεμείοις παγκρατίου στέφανον,
  6. οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,
  7. ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
  8. Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
  9. τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν
  10. θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
  11. στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ
  12. Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,