Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
  2. ὧραί τʼ ἐπειγόμεναι·
  3. ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
  4. ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
  5. μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
  6. δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
  7. φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
  8. γνώμαν κενεὰν σκότῳ κυλίνδει
  9. χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
  10. ἔδωκε πότμος ἄναξ,
  11. εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
  12. ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
  13. Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
  14. Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
  15. ὁ Τελαμωνιάδας· ἀτὰρ
  16. Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·