Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον
  2. Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
  3. ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
  4. ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
  5. ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
  6. Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
  7. Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
  8. πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
  9. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
  10. Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
  11. ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
  12. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
  13. ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
  14. καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
  15. Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
  16. διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
  17. ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
  18. ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
  19. βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
  20. ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.