Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
  2. χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
  3. ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
  4. οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
  5. ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
  6. παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
  7. ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
  8. εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
  9. ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω
  10. ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
  11. ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
  12. μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν