Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον
  2. ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶ
  3. ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
  4. ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
  5. δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
  6. ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
  7. ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
  8. μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
  9. τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
  10. ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ
  11. ἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.
  12. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
  13. ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.