Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
- ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον
- ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
- ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,
- καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
- ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·
- ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,
- ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,
- οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ
- ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
- Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
- ἅμα δʼ ἐκαίοντʼ ἔρημοι. χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
- ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
- καί νιν οὔπω τεθναότʼ, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
- θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
- ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις
- ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.
- οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν
- καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ
- καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις