Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
  2. ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα
  3. Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν
  4. ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
  5. κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
  6. ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
  7. ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
  8. εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
  9. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
  10. Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
  11. ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον
  12. ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·
  13. Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
  14. ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
  15. ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
  16. ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·
  17. ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
  18. καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
  19. Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
  20. καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν