Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν,
- καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεος
- δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
- Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
- ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν
- καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι,
- τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
- τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
- Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος
- ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·
- γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
- ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα
- Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν
- ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
- κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
- ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
- ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
- εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
- ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
- Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος