Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
  2. ἀμφέπει κλεινάν τʼ ἀέθλοις.
  3. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
  4. υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
  5. ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
  6. καλλιγύναικι πάτρᾳ
  7. δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν.
  8. ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
  9. βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
  10. ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
  11. παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
  12. οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
  13. ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
  14. σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
  15. κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.