Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
  2. νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα
  3. δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν
  4. αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
  5. οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
  6. τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
  7. εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
  8. ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
  9. ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
  10. νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
  11. Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
  12. Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν.