Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
  2. ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
  3. ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
  4. λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
  5. Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
  6. πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
  7. Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.
  1. ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
  2. σὺν βαθυζώνοισιν ἀγγέλλων
  3. Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
  4. ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
  5. τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
  6. ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
  7. καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
  8. ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.