Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
  2. Φιλύρας υἱὸν ὀρφανιζομένῲ
  3. Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,
  4. βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
  5. θεῶν σέβεσθαι·
  6. ταύτας δὲ μή ποτε τιμᾶς
  7. ἀμείρειν γονέων βίον πεπρωμένον.
  8. ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
  9. νόημα τοῦτο φέρων,
  10. ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον