Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πύργος ἄστεος ὄμμα τε φαεννότατον
  2. ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
  3. λέοντες περὶ δείματι φύγον,
  4. γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
  5. ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων
  6. θῆρας αἰνῷ φόβῳ,
  7. ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
  8. ὃ καὶ βαρειᾶν νόσων
  9. ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
  10. πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,