Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
  2. ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
  3. ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
  4. ἀφίκετο δόμους θεμισκρεόντων·
  5. ἀλλʼ ἀρισθάρματον
  6. ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
  7. ἀκηράτοις ἁνίαις
  8. ποδαρκέων δωδεκάδρομον τέμενος.
  9. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,
  10. ὁπόσα χεριαρᾶν