Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
  2. φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
  3. ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
  4. ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
  5. ἀφίκετο δόμους θεμισκρεόντων·
  6. ἀλλʼ ἀρισθάρματον
  7. ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
  8. ἀκηράτοις ἁνίαις