Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
  2. εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
  3. δέδεξαι τόνδε κῶμον ἀνέρων,
  4. Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
  5. Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
  6. παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
  7. φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
  8. ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
  9. ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
  10. ἀφίκετο δόμους θεμισκρεόντων·
  11. ἀλλʼ ἀρισθάρματον
  12. ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
  13. ἀκηράτοις ἁνίαις
  14. ποδαρκέων δωδεκάδρομον τέμενος.
  15. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,
  16. ὁπόσα χεριαρᾶν
  17. τεκτόνων δαίδαλʼ ἄγων
  18. Κρισαῖον λόφον
  19. ἄμειψεν ἐν κοιλόπεδον νάπος