Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,
  2. διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
  3. ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
  4. χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
  5. Διός τοι νόος μέγας κυβερνᾷ
  6. δαίμονʼ ἀνδρῶν φίλων.
  7. εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
  8. δόμεν γέρας ἔπι Βάττου γένει.
  1. ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
  2. ἄρουραν ἢ Χαρίτων
  3. ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
  4. χθονὸς ἐς νάϊον προσοιχόμενοι·
  5. Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις
  6. ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
  7. ἑτοῖμος ὕμνων
  8. θησαυρὸς ἐν πολυχρύσῳ
  9. Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·
  10. τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
  11. ἐριβρόμου νεφέλας
  12. στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς