Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
  2. τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
  3. καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,
  4. διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
  5. ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
  6. χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
  7. Διός τοι νόος μέγας κυβερνᾷ
  8. δαίμονʼ ἀνδρῶν φίλων.
  9. εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
  10. δόμεν γέρας ἔπι Βάττου γένει.