Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος
  2. ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
  3. αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
  4. καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
  5. Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
  6. ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
  7. ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
  8. ἔμαθε δʼ ὑβρίζοντα μισεῖν,
  9. οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
  10. οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
  11. εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν
  12. τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ
  13. ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
  14. προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων·
  15. λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
  16. μεταβολαὶ λήξαντος οὔρου
  17. ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
  18. οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
  19. θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
  20. δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,