Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
  2. ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
  3. εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
  4. τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
  5. ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων
  6. ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται
  7. δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.
  8. ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
  9. κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
  10. ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας
  11. δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
  12. οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν
  13. χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
  14. πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
  15. ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ
  16. ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ
  17. λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
  18. καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας
  19. εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
  20. Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,