Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
  2. ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
  3. ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
  4. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων
  5. ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
  6. λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
  7. ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
  8. δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·
  9. ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν
  10. ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
  11. ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
  12. εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
  13. τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
  14. ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων
  15. ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται