Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
  2. ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
  3. κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
  4. νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
  5. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
  6. ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
  7. Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
  8. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
  9. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
  10. ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
  11. ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
  12. γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
  13. καὶ κασίγνητοί σφισιν ἀμφότεροι
  14. ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
  15. ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
  16. εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
  17. μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
  18. ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
  19. ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις
  20. ἱερὸν εὐζοίας ἄωτον.
  21. ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
  22. συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
  23. ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
  24. ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν
  25. Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων
  26. μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
  27. βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,