Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
  2. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,
  3. καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
  4. δέξαντο· Διὸς δὲ χάριν
  5. ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
  6. τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
  7. εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
  8. ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
  9. τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
  10. τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
  11. ὦρσεν πυρὶ καιόμενος
  12. ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
  13. τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ
  14. ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
  15. σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
  16. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
  17. ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
  18. δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
  19. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
  20. ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
  21. Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,
  22. ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
  23. ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς
  24. χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.
  1. σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ
  2. στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
  3. Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,