Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
  2. τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
  3. Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
  4. εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
  5. οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
  6. δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος
  7. οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν
  8. ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.