Pythian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
  2. σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
  3. τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας,
  4. τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.
  1. αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,
  2. Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότου
  3. ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,
  4. ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ
  5. δέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ,
  6. αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε
  7. Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων
  8. οὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα·